Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.20 Joseph. AJ 17.25 (English) >>Joseph. AJ 17.29

17.23

Τότε δὲ βουλόμενος πρὸς Τραχωνίτας ἀσφαλὴς εἶναι, κώμην πόλεως μέγεθος οὐκ ἀποδέουσαν ἔγνω Ἰουδαίων κτίσαι ἐν μέσῳ, δυσέμβολόν τε ποιεῖν τὴν αὐτοῦ καὶ τοῖς πολεμίοις ἐξ ἐγγίονος ὁρμώμενος ἐκ τοῦ ὀξέος κακουργεῖν. 17.24καὶ ἐπιστάμενος ἄνδρα Ἰουδαῖον ἐκ τῆς Βαβυλωνίας σὺν πεντακοσίοις ἱπποτοξόταις πᾶσι καὶ συγγενῶν πλήθει εἰς ἑκατὸν ἀνδρῶν τὸν Εὐφράτην διαβεβηκότα κατὰ τύχας ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ τῆς Συρίας διαιτᾶσθαι Σατορνίνου τοῦ τότε στρατηγοῦντος εἰς ἐνοίκησιν αὐτῷ δεδωκότος χωρίον, 17.25Οὐλαθὰ ὄνομα αὐτῷ, μετεπέμπετο τοῦτον σὺν τῷ πλήθει τῶν ἑπομένων, παρέξειν ὑπισχνούμενος γῆν ἐν τοπαρχίᾳ τῇ λεγομένῃ Βαταναίᾳ, ὡρίζετο δὲ αὕτη τῇ Τραχωνίτιδι, βουλόμενος πρόβλημα τὴν κατοίκησιν αὐτοῦ κτᾶσθαι, ἀτελῆ τε τὴν χώραν ἐπηγγέλλετο καὶ αὐτοὺς εἰσφορῶν ἀπηλλαγμένους ἁπασῶν, αἳ εἰωθυῖαι ἐγκατοικεῖν τὴν γῆν ἄπρακτον παρασχόμενος. 17.26

Τούτοις πεισθεὶς Βαβυλώνιος ἀφικνεῖται καὶ λαβὼν τὴν γῆν φρούρια ᾠκοδομήσατο καὶ κώμην, Βαρθύραν ὄνομα αὐτῇ θέμενος. πρόβλημά τε ἦν οὗτος ἀνὴρ καὶ τοῖς ἐγχωρίοις τὰ πρὸς τοὺς Τραχωνίτας καὶ Ἰουδαίων τοῖς ἐκ Βαβυλῶνος ἀφικνουμένοις κατὰ θυσίαν ἐπὶ Ἱεροσολύμων τοῦ μὴ λῃστείαις ὑπὸ τῶν Τραχωνιτῶν κακουργεῖσθαι, πολλοί τε ὡς αὐτὸν ἀφίκοντο καὶ ἁπανταχόθεν, οἷς τὰ Ἰουδαίων θεραπεύεται πάτρια.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.20 Joseph. AJ 17.25 (English) >>Joseph. AJ 17.29

Powered by PhiloLogic